# Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.74-78

Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32), 20.74 to 20.78. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis-lib-19-20-28-32/20.74

περὶ ὧν ἑκάστου σοφοῦ τινος καὶ ἐπὶ τὰ βάθη τῆς γραφῆς ἐπισταμένως φθάνειν δυνα μένου ἔργον ἂν εἴη λέγειν καὶ ἀπαξαπλῶς γε πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν βασανίζοντος καὶ ὅλα τὰ περὶ αὐτοῦ γεγραμμένα, ἅτινά ἐστιν ἀλληγορούμενα· ⟨ἃ⟩ ὡς πνευματικοὶ πνευματικῶς ποιεῖν πειρασόμεθα. Ὅρα δὲ εἰ μὴ σαφῶς ἀπὸ τῆς ἐξετάσεως τῶν κατὰ τὸν τόπον παρίσταται ἡμῖν, ὅτι σοφοῦ τινός ἐστιν καὶ πάσῃ ἀρετῇ κεκοσμημένου τὸ γενέσθαι τοῦ Ἀβραὰμ τέκνον. τί γὰρ δεῖ λέγειν ὅσης σοφίας χρῄζομεν εἰς τὸ νοῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ; καὶ ὅσης δυνάμεως εἰς τὸ ποιῆσαι αὐτά; ποίας δὲ σοφίας ἢ ποίας δυνάμεως δεόμεθα, ἢ Χριστοῦ, ὅς ἐστιν »θεοῦ δύναμις καὶ θεοῦ σοφία;« τὸ μὲν οὖν γεγραμμένον ἐστίν· »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«· ἀκολούθως δ’ ἂν παρὰ τοῦτο εἴποις· εἰ τέκνα τοῦ Ἰσαάκ ἐστε, τὰ ἔργα τοῦ Ἰσαὰκ ποιεῖτε· τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἰακὼβ καὶ ἑνὸς ἑκάστου τῶν ἁγίων πατέρων. καὶ ἐκ τῶν ἐναντίων δὲ ἕκαστος τῶν ἁμαρτανόντων γενικῶς μὲν τέκνον ἐστὶν τοῦ διαβόλου, ἐπεὶ πᾶς »ὁ »ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγένηται« ἤδη δὲ καὶ ἰδικώτερον ἤτοι τοῦ Κάϊν, ἢ τοῦ Χάμ, ἢ τοῦ Χαναὰν, ἢ τοῦ Θαραώ, ἢ τοῦ Ναβουχοδονόσορ, ἤ τινος τῶν ἀσεβῶν.

---

Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32), ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg079.local001/.
