Ancient Greek · ~2 min
Book 20, VIII, 39. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.79
Not analysed yet
τούτοις δὲ ἀκολούθως ἐρεῖς ὅτι ἕκαστος ἀπαλλαττόμενος τοῦ βίου τούτου ἀπελεύσεται πρὸς τοὺς ἰδίους πατέρας· νομιστέον γὰρ οὐ μόνῳ τῷ Ἀβραάμ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις λέγεσθαι πρὸς τῇ ἐξόδῳ τὸ »Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς »πατέρας σου«· οὐκέτι δὲ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἁγίοις τὸ »Μετὰ εἰρήνης«· τοῖς δὲ τετελειωμένοις καὶ πνευματικῶς μακροημέροις γενομένοις καὶ τὸ »Τραφεὶς ἐν γήρᾳ καλῷ«, ἐπείπερ »Πολιά »ἐστιν φρόνησις ἀνθρώποις« καὶ »Στέφανος καυχήσεως γῆρας« καὶ δόξα τοῖς ἀληθινοῖς καὶ θείοις πρεσβυτέροις αἱ κοσμοῦσαι αὐτοὺς νοηταὶ πολιαί.