Ancient Greek · ~2 min
Book 20, VIII, 37. Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ. χωρεῖ ἐν ὑμῖν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.8
Not analysed yet
ὅτι δὲ δεῖ πάντα ταῦτα ἐξετάζειν τὸν οἰκονόμον τῶν μυστηρίων τοῦ θεοῦ παρίστησιν ἡ φάσκουσα λέξις· »Τίς ἄρα »ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃν καταστήσει ὁ κύριος »ἐπὶ τῆς οἰκετίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς »συνδούλοις ἑαυτοῦ; «οὐ πάντες οὖν εἰσιν ἄνθρωποι σπέρμα τοῦ Ἀβραάμ· οὐδὲ γὰρ ἔχουσιν τοὺς λόγους ἐγκατεσπαρμένους αὐτῶν ταῖς ψυχαῖς, δυναμένους, εἰ γεωργηθεῖεν, ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.