Ancient Greek · ~2 min
Book 20, VIII, 40. Νῦν δὲ ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον ὸς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.85
Not analysed yet
κἂν ἁπλούστερον μέντοι γε κατὰ τὸν τόπον ἐκλαμβάνωμεν, σαφῶς ἐδίδαξεν ὁ σωτὴρ ὅτι τὸ ζητούμενον ὑπὸ Ἰουδαίων ἐπὶ τῷ ἀναιρεθῆναι αὐτὸ θεὸς οὐκ ἦν ἀλλὰ ἄνθρωπος, ὃς καὶ ἀνῃρέθη· θεὸν γὰρ οὐ θεμιτὸν ἀποθνήσκειν λέγειν· διόπερ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγος, ὅστις καὶ θεὸς λόγος ἦν, οὐκ ἀπέθανεν. ζητήσεις δέ, ἐπεὶ γέγραπται ὅτι »Ὁ λόγος σὰρξ »ἐγένετο«, πότερόν ποτε ὁ γενόμενος σὰρξ λόγος τῷ γεγονέναι σὰρξ γέγονεν καὶ ἄνθρωπος ἢ οὐ γέγονεν ἄνθρωπος.