Ancient Greek · ~2 min
Book 20, VIII, 40. Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.88
Not analysed yet
ἀλλ’ ἐπεὶ τὸ »Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν« οἱονεὶ ἐν ἐπαίνῳ ὑπολαμβάνω εἰρῆσθαι τῷ περὶ τοῦ Ἀβραάμ, εἴποιμ’ ἂν ὅτι κατὰ τὸν διδάξαντα λόγον τὸ »Ἀβραὰμ ὁ πατὴρ ὑμῶν »ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη« ἔστιν τὸ γεγονέναι μὲν καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἄνθρωπον λαλοῦντα ἣν ἤκουσεν παρὰ τοῦ θεοῦ ἀλήθειαν, οὐ μὴν ἐζητῆσθαι αὐτὸν ἀνῃρῆσθαι ὑπὸ τοῦ Ἀβραάμ.