Ancient Greek · ~2 min
Book 28, Chapter 11
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.11.77
Not analysed yet
ἔχει μέν τι ἡ λέξις ἀμφίβολον, πότερον οἱ ἀπελθόντες πρὸς τοὺς Φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς ἀπὸ τῶν πολλῶν Ἰουδαίων ἦσαν, τῶν θεασαμένων ἃ ἐποίησεν καὶ πιστευσάντων εἰς αὐτόν, βουλόμενοι καὶ τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτὸν δυσωπῆσαι διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας· ἢ οἱ λοιποὶ παρὰ τοὺς πολλοὺς καὶ πιστεύσαντας, ὡς μὴ κινηθέντες ἐκ τοῦ γενομένου εἰς τὴν περὶ Ἰησοῦ πίστιν, ὅτι τὸ ὅσον ἐφ’ ἑαυτοῖς καὶ πρὸς *κατ’ αὐτοῦ τοὺς Φαρισαίους τὸν ἐν αὐτοῖς πονηρὸν ζῆλον ἐγείροντες διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας.