Ancient Greek · ~2 min
Book 28, Chapter 14
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.14.113
Not analysed yet
Λουκᾶς δὲ ἀνέγραψεν ὅτι »Εἰσῆλθεν Σατανᾶς εἰς Ἰούδαν »ἐπικαλούμενον Ἰσκαριώθ, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ »ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς, ὅπως αὐτὸν »παραδῷ αὐτοῖς«. εἶτα μετ’ ὀλίγα· »Εἶπεν, φησίν, ὁ Ἰησοῦς πρὸς »τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ »καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ »ξύλων; «καὶ μετ’ ὀλίγα· »Συλλαβόντες αὐτὸν ἦγον καὶ εἰσήγαγον »εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως«· καὶ ἔτι μετ’ ὀλίγα· »Εἱστήκεισαν οἱ »ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ«.