Ancient Greek · ~2 min
Book 28, Chapter 14
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.14.117
Not analysed yet
εἶτα πάλιν μετ’ ὀλίγα· »Ἀναστὰς ὁ ἀρχιερεὺς »ἐπηρώτησεν »ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου »καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ »ἀρχιερεὺς ἐπηρώτησεν αὐτὸν ἐκ δευτέρου λέγων· Σὺ εἶ ὁ χριστὸς ὁ »υἱὸς τοῦ εὐλογητοῦ; |ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτῷ· Σὺ εἶπας »ὅτι ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ »δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ »οὐρανοῦ. ὁ δὲ ἀρχιερεὺς διαρρήξας εὐθέως τοὺς χιτῶνας αὐτοὺ«.