Ancient Greek · ~4 min
28.16.134 to 28.16.138
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.16.134-138
Not analysed yet
παρατήρει γὰρ ὅτι ἄγγελός ἐστιν ὁ λέγων· »Τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ τοῦτο »φυλάξῃ λαλῆσαι«. ἀλλὰ φήσεις ὅτι μετ’ ὀλίγα ἐφάνη ὁ θεὸς τῷ Βαλαὰμ καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ· »Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα »καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. καὶ ἐνέβαλεν ὁ »θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· Ἐπιστραφεὶς πρὸς »Βαλαὰμ οὕτω λαλήσεις. «καὶ σὺ δὲ πρόσχες πῶς ἀμφότερα ἀληθῆ ἐστὶν καὶ τὸ ὑπὸ τοῦ ἀγγέλου λεγόμενον ἐν τῷ »Ὃ ἐὰν εἴπω πρὸς »σὲ τοῦτο φυλάξῃ λαλῆσαι«· καὶ τὸ ὑπὸ τῆς γραφῆς ἀπαγγελλόμενον ὅτι »Ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν«. τὸ δὲ »Ἐγενήθη πνεῦμα θεοῦ ἐπ’ αὐτῷ« ὠβελίσαμεν, μήτε αὐτὸ μήτε παραπλήσιόν τι αὐτῷ εὑρόντες ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν. πάλιν τε αὖ μετ’ ὀλίγα· »Συνήντησεν, φησίν, ὁ θεὸς τῷ Βαλαὰμ καὶ »ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· Ἀποστράφηθι πρὸς »Βαλαὰκ καὶ τάδε λαλήσεις«.