Ancient Greek · ~2 min
Book 28, XI, 41. Ἦραν οὖν τὸν λίθον.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.17
Not analysed yet
νυνὶ δὲ μεταξὺ τοῦ »Ἄρατε τὸν λίθον« καὶ τοῦ »Ἦραν οὐν τὸν λίθον« τὰ εἰρημένα ὑπὸ τῆς ἀδελφῆς τοῦ τετελευτηκότος ἐνεπόδισεν τῷ ἀρθῆναι τὸν λίθον. καὶ οὐκ ἂν οὐδὲ τὴν ἀρχὴν κἂν βράδιον ἤρθη, εἰ μὴ ἀποκριθεὶς ὁ Ἰησοῦς πρὸς τὴν ἐκείνης ἀπιστίαν εἰρήκει τὸ »Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν »τοῦ θεοῦ; «καλὸν οὖν τὸ μηδὲν γενέσθαι μεταξὺ τῆς Ἰησοῦ προστάξεως καὶ τοῦ ἀπὸ τῶν προστασσομένων, περὶ ὧν Ἰησοῦς ἐκέλευσεν, ἔργου.