Ancient Greek · ~2 min
Book 28, XI, 53. Ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποχτείνωσιν αὐτόν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.188
Not analysed yet
ὁ μέντοι βουλόμενος ἀπολογεῖσθαι περὶ τοῦ ἁγίου πνεύματος δοκοῦντος αἰτίου γεγονέναι ἵνα συμβουλεύσωνται ἀποκτεῖναι τὸν Ἰησοῦν ἐκ τῶν λόγων κινηθέντες τοῦ Καϊάφα οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι φησὶν ὅτι οὐκ ἀλλότριόν ἐστιν τὸ τοιοῦτο ἔργον τῆς ἁγιότητος, ἐπεὶ μηδὲ Ἰησοῦς ἀνάξιον ἑαυτοῦ πεποίηκεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐλθὼν τῶν ἐν τῷ Ἰσραὴλ καὶ φάσκων· »Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ »βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται«.