Ancient Greek · ~3 min
28.19.167 to 28.19.170
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.19.167-170
Not analysed yet
τούτου ἐν τῇ ταπεινώσει, ἣν »ἐταπείνωσεν »ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ«, ῾η κρίσις ἤρθη· οὕτω γὰρ ἀκούω τοῦ· »Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐ»τοῦ ἤρθη«· ὡς εἶναι τὰ ἑξῆς Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις ἤρθη. οὗτος δὲ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τοῦ θεοῦ ἤχθη εἰς θάνατον. οὐκοῦν ἀπέθανεν ὁ ἄνθρωπος οὗτος ὑπὲρ τοῦ λαοῦ, καὶ διὰ τοῦτον οὐχὶ ὅλον τὸ ἔθνος ἀπώλετο. καὶ ἐπίστησον εἰ δύνασαι τὸ μὲν ὄνομα τοῦ ›λαοὺ‹ λαβεῖν εἰς τοὺς ἐκ περιτομῆς, τὸ δὲ τοῦ ›ἔθνους‹ εἰς τοὺς λοιπούς. ἀπέθανεν γὰρ οὗτος ὁ ἄνθρωπος οὐ μόνον ὑπὲρ τοῦ λαοῦ, ἀλλ’ ἵνα καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, ὡς εἰ ἔλεγεν τὸ χρηματίζον ἔθνος καὶ πάντες οἱ ἐθνικοὶ ἀπόλωνται.