Ancient Greek · ~1 min
28.192 to 28.193
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.192-193
Not analysed yet
(18) Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἀναγεγράφθαι νομίζω βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς ἀπὸ τοῦ θερμότερον καὶ ἀλογιστότερον ἐπιπηδᾶν τῷ [ἐν τῷ] ἕως θανάτου ἀγωνίζεσθαι περὶ τῆς ἀληθείας καὶ μαρτυρεῖν. καλὸν μὲν γὰρ ἐμπεσόντα τὸν περὶ τοῦ ὁμολογεῖν τὸν Ἰησοῦν ἀγῶνα μὴ ἀναδύεσθαι τὴν ὁμολογίαν, μηδὲ μέλλειν περὶ τὸ ὑπεραποθανεῖν τῆς ἀληθείας.