Ancient Greek
28.20 to 28.22
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.20-22
Not analysed yet
διὰ τοῦτο δὲ καὶ ὁ ἐν τῇ παραβολῇ τοῦ εὐαγγελίου προσταχθεὶς ὑπὸ τοῦ πατρὸς πορευθῆναι εἰς τὸν ἀγρὸν καὶ ἐργάσασθαι, μὴ παραχρῆμα ποιήσας ἀλλ’ ὅτε ὕστερον μεταμεληθεὶς ἀπῆλθεν, οὐκ ἐποίησεν τὸ θέλημα τοῦ πατρὸς ἐν τῷ πρὸ τῆς μεταμελείας χρόνῳ. διόπερ μνημονευτέον τοῦ »Μὴ ἀνάμενε »ἐπιστρέψαι πρὸς κύριον, μηδὲ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας« καὶ τοῦ »Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ σου »ὄντος εὖ ποιεῖν«. χρὴ τοίνυν κατηγορίαν νομίζειν εἶναι τῆς Μάρθας βραδύτερον γεγραμμένον τὸ »Ἦραν οὖν τὸν λίθον«, δέον ἑξῆς αὐτὸ εἰρῆσθαι τῷ »Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον«.