Ancient Greek · ~5 min
28.27 to 28.32
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.27-32
Not analysed yet
ἕκαστος δὲ ἑαυτὸν περὶ τῶν τοιούτων κρινέτω, καὶ »δοκιμαζέτω ἄνθρωπος ἑαυτόν, καὶ οὕτως« οὐ μόνον »ἐκ τοῦ ἄρτου »ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω«, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπαράτω καὶ αἰρέτω αὐτοὺς ἄνω κατὰ τὴν εὐχὴν, ὑποτάσσων ἑαυτὸν θεῷ καὶ ταπεινῶν ἑαυτὸν ἐκείνῳ λεγέτω. καὶ εἰ νομίζομεν τῷ ὀπωσποτοῦν βιοῦντι καθήκειν ὁμοίως τῷ τελώνῃ μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὥρα λέγειν ὁμοίως τῷ μὴ ἐπᾶραι θέλειν τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ μακρόθεν τοῦ ἱεροῦ ἑστάναι δεῖν. ἱερὸν δὲ ποῖον ἂν εἴη ἢ 〈ἡ〉 ἐκκλησία τοῦ ζῶντος θεοῦ; ἥτις καὶ οἶκος θεοῦ παρὰ τῷ Παύλῳ ὀνομάζεται λέγοντι· »Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς »δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, »στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας«. ὥσπερ 〈οὖν〉 οὐ παντὶ καθήκει μὴ χρῆσθαι τῷ ἄρτῳ καὶ μὴ πίνειν ἐκ τοῦ ποτηρίου καὶ [μὴ] πόρρω εἶναι τοῦ οἴκου τοῦ θεοῦ καὶ τῆς ἐκκλησίας· οὕτως οὐ παντὶ καθήκει τὸ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς. ἁμαρτάνει δὲ εἴ τις καθήκοντος αὐτῷ ἐπαίρειν τοὺς ὀφθαλμοὺς μὴ ἐπαίρει, καὶ εἴ τις καθήκοντος μὴ ἐπαίρειν ἐπαίρει. ὁ μὲν οὖν κατὰ τὸ εὐαγγέλιον τελώνης οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι, καθηκόντως ποιῶν· ἐπάραι δ’ ἂν αὐτοὺς εὐλόγως ὁ παρὼν τῷ Ἰησοῦ μαθητής, πρὸς ὃν καὶ ἐντολὴ δίδοται ἡ λέγουσα· »Ἐπάρατε |τοὺς ὀφθαλμοὺς »ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν »ἤδη«.