# Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.59

Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32), Book 28, XI, 43f. Καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, | δεῦρο ἔξω. ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ συνεδέδετο· λέγει ὁ Ἰησοῦς αὐτοῖς· Λύσατε αὐτόν, καὶ ἄφετε αὐτὸν ὑπάγειν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis-lib-19-20-28-32/28.59

εἴτ’ ἐπεὶ † μὴ μόνον ζῆσαι αὐτὸν βεβούληται ὁ Ἰησοῦς καὶ ἐν τῷ μνημείῳ μένειν, ἐπὶ τὰ ἔξω τοῦ μνημείου οὗτος ἐλθὼν δέδεται, καθὼς προείρηται, τῆς ζωῆς· καὶ τῷ ἐξεληλυθέναι ἀπὸ τοῦ μνημείου μὴ δύνασθαι, ὅσον δέδεται, λέγει τοῖς δυναμένοις ὑπηρετήσασθαι αὐτῷ ὁ Ἰησοῦς· »Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν« νομίζω ὅτι μὴ συγκαταθέμενος μὲν τῷ περὶ τῆς ἐπιστροφῆς μετὰ τὸ ἡμαρτηκέναι λόγῳ· ἔτι δὲ ἀτονῶν κατ’ αὐτὸν βιοῦν, τῷ κατέχεσθαι αὐτοῦ τὰς τῆς ψυχῆς πορευτικὰς καὶ δραστικὰς καὶ θεωρητικὰς δυνάμεις, ὁ τοιοῦτος ἐξῆλθεν ἀπὸ τοῦ μνημείου· καὶ ἔτι ἐστὶν δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιδέδεται.

---

Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32), ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg079.local001/.
