Ancient Greek
28.74 to 28.75
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.74-75
Not analysed yet
ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«. ὅτι γὰρ διὰ τούτους μᾶλλον ἢ τὸν Λάζαρον ταύτην ἀνεφθέγξατο πρὸς τὸν πατέρα τὴν εὐχαριστίαν δῆλον ἐκ τοῦ »Ἀλλὰ διὰ τὸν ὄχλον τὸν »περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«. ἐπραγματεύσατο οὖν περὶ τοῦ Λαζάρου διὰ τὸν περιεστῶτα ὄχλον, ἵν’ οἱ πολλοὶ τῶν Ἰουδαίων ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν πιστεύσωσιν εἰς αὐτόν.