Ancient Greek · ~2 min
Book 28, XI, 47f. Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσωσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.88
Not analysed yet
ὡς δ’ αὕτως οἶμαι καὶ ἐπὶ καθαιρέσει τῆς δόξης αὐτοῦ εἰρηκέναι τὸ »Οὗτος ὁ ἄνθρωπος«· ἠπίστουν γὰρ τοῖς καὶ ἀνωτέρω εἰρημένοις περὶ τοῦ θεὸν αὐτὸν εἶναι, ἡνίκα λιθάζειν αὐτὸν ἐβούλοντο ὡς περὶ βλασφημίας, λέγοντες αὐτῷ ὅτι »Σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν »θεόν«, ὅτε κατὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἀπεκρίνατο, διδάσκων ὅτι πᾶς πρὸς ὃν ὁ λόγος τοῦ θεοῦ ἐγένετο θεὸς λέγεται ὑπὸ τοῦ θεοῦ, μὴ δυναμένης λυθῆναι καὶ καταλυθῆναι τῆς τοῦτο ἀποφηναμένης προφητικῆς γραφῆς.