Ancient Greek · ~2 min
Book 32, Chapter 11
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.11.123
Not analysed yet
Εἰ δὲ τὸ »Τῷ ἀδελφῷ σου δουλεύσεις« φθάνειν δύναται ἐπὶ τοὺς ὑποδεεστέρους, καὶ τὸ »Γίνου κύριος τοῦ ἀδελφοῦ σου« ἐπὶ τοὺς ὡς ὁ Ἰακὼβ κρείτ|τονας, δῆλον ὅτι γενόμενος ὁ δοῦλος ὡς ὁ κύριος νίπτει τοὺς πόδας τῶν δουλευόντων τῇ παρ’ αὐτῷ διδασκαλίᾳ, ἐπεὶ τὸ »Ὑμεῖς φωνεῖτέ με ›Ὁ διδάσκαλος‹ καὶ ›Ὁ κύριος‹, »καὶ καλῶς λέγετε· εἰμὶ γάρ« οὐκ ἀξιῶ μηδὲν ἔχειν βαθύτερον καὶ παρὰ τὸ ὑπὸ τῶν πολλῶν νενοημένον· οὐ πᾶσι γὰρ τοῖς λέγουσι· »Κύριε, Κύριε« λεχθήσεται ὑπὸ τοῦ Ἰησοῦ τὸ »Ὑμεῖς φωνεῖτέ με »›Ὁ κύριος‹ καὶ καλῶς λέγετε«.