Ancient Greek · ~2 min
Book 32, Chapter 12
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.12.131
Not analysed yet
Πλὴν καὶ ἅγιον ὄντα ἐνδέχεται δεῖσθαι τῆς νίψεως τῶν ποδῶν, ἐπεὶ καὶ ἡ καταλεγομένη εἰς ἐκκλησιαστικὴν τιμὴν χήρα ἐξετάζεται μετὰ τῶν ἄλλων καλῶν καὶ ἐν τῷ »Εἰ ἁγίων πόδας »ἔνιψεν«· γελοῖον γὰρ οἶμαι τυγχάνειν τὸ στῆναι ἐπὶ τοῦ ῥητοῦ καί, φέρε εἰπεῖν, τὴν ἔχουσαν πάντα τὰ χαρακτηρίζοντα τὴν ἁγίαν χήραν καὶ τούτῳ μόνῳ λείπουσαν, μὴ κατατετάχθαι εἰς ἐκκλησιαστικὴν τιμήν, πολλάκις διὰ παιδισκῶν καὶ οἰκετῶν φιλοφρονησαμένην, ἐν ᾧ καιρῷ ηὐπόρει καὶ εἶχεν τὰ ἐπιτήδεια, τοὺς ξένους ἢ τοὺς ἁπαξαπλῶς δεομένους τοῦ φιλάνθρωπόν τι ἔργον ἀπ’ αὐτῆς παθεῖν.