Ancient Greek · ~3 min
Book 32, Chapter 12
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.12.133
Not analysed yet
ὅρα δὲ εἰ μὴ καὶ ἐργῶδές ἐστιν τὸ πάνθ’ ὁντινοῦν μαθητευόμενον τῷ χριστῷ, θέλοντα πληροῦν τὴν λέγουσαν ἐντολήν· »Καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας«, ὡς ὀφειλόμενον ἔργον ἐθέλειν ποιεῖν τὸ νίψαι τοὺς σωματικοὺς καὶ αἰσθητοὺς πόδας τῶν ἀδελφῶν, ὥστε τοὺς ἐν ὁποιᾳποτοῦν ὑποθέσει βίου τυγχάνοντας πιστοὺς τοῦτο ποιεῖν, εἴτε ἐν ἐκκλησιαστικῇ δοκοῦντας εἶναι ὑπεροχῇ ἐπισκόπους καὶ πρεσβυτέρους, εἴτε καὶ ἐν ἄλλοις κοσμικοῖς τισιν ἀξιώμασιν· ὥστε κατὰ τοῦτο καὶ τὸν δεσπότην ἥκειν ἐπὶ τὸ νίπτειν τοὺς πόδας τοῦ πιστεύοντος δούλου, καὶ τοὺς γονεῖς τοῦ υἱοῦ· ὅπερ ἔθος ἢ οὐ γίνεται ἢ εἰς ὑπερβολὴν σπανιώτατα, καὶ παρὰ τοῖς πάνυ ἁπλουστέροις καὶ ἀγροικοτέροις γίνεται.