# Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.122

Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32), Book 32, XIII, 12. Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν· † φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος· καλῶς λέγετε· εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis-lib-19-20-28-32/32.122

πρὶν οὖν γένωνται ὡς ὁ διδάσκαλος καὶ ὁ κύριος, δέονται τῆς νίψεως τῶν ποδῶν, ὡς ἐνδεεῖς τῶν μαθητῶν, καὶ ὡς ἔτι τὸ πνεῦμα τῆς δουλείας ἔχοντες εἰς φόβον· ἐπὰν δέ τις αὐτῶν κατὰ τὸ »Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ »δοῦλος ὡς ὁ κύριος αὐτοῦ« γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ κύριος αὐτοῦ, τότε μιμήσασθαι δύναται τὸν νίψαντα τοὺς πόδας τῶν μαθητῶν, καὶ νίψαι τοὺς πόδας τῶν μαθητῶν ὡς ὁ διδάσκαλος. ὃν ὁ θεὸς ἔταξεν ἐν τῇ ἐκκλησίᾳ μετὰ τοὺς πρώτην χώραν ἐν αὐτῇ εἰληχότας ἀποστόλους καὶ δεύτερον προφήτας.

---

Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32), ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg079.local001/.
