Ancient Greek · ~2 min
Book 32, XIII, 2. Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, εἰδὼς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.18
Not analysed yet
ἐγὼ 〈δ’〉 ἐφίστημι διὰ τὸ »Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τὴν θύραν »καὶ κρούω· ἐάν τις ἀνοίξῃ μοι τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν »καὶ δειπνήσω μετ’ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ«, μήποτε ὁ Ἰησοῦς οὔτε ἀριστᾷ μετά τινος (οὐ γὰρ δεῖται εἰσαγωγῆς καὶ πρώτων μαθημάτων), οὔτε ἀριστᾷ τις μετ’ αὐτοῦ, ἀλλ’ ὁ μετ’ αὐτοῦ ἐσθίων δειπνεῖ μόνον· »Πλεῖον, γάρ φησι, Σολομῶντος ὧδε«, περὶ οὗ γέγραπται· »Καὶ ἦν τὸ ἄριστον Σαλομὼν τόδε«, ὃ κατείλεκται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν.