Ancient Greek
32.208 to 32.212
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.208-212
Not analysed yet
καὶ ταῦτά φαμεν, ἵνα πάλιν βλέπωμεν τὴν τῶν χρηματισάντων Ἰησοῦ Χριστοῦ ἀποστόλων ὑπεροχήν· »Δεξιάς, γάρ »φησιν, ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, »αὐτοὶ δὲ εἰς τὴν περιτομήν«. οὐκοῦν Παῦλος ἔθνεσι μόνοις ἀπόστολος ἦν, καὶ Πέτρος ὅλῃ τῇ περιτομῇ. ἡμῶν δὲ κἂν ἀξιωθῇ τις, ὡς παρέστησεν ὁ ἀπόστολος, τοῦ γενέσθαι ἑνί που ἢ ὀλίγῳ πλείοσιν, ἀπόστολος γίνεται. κἂν γένηται δέ, μὴ ἐπαιρέσθω, μεμνημένος τοῦ »Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ«· οὐ γὰρ πάντως εἰ ζητεῖται, τὸ ζητούμενον |εὑρίσκεται. Ταῦτα διὰ τὸ »Ὁ λαμβάνων ἐάν τινα πέμψω«, ὅσους ἐνδέχεται πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ, κἂν μή, οὓς εἰθίκαμεν ὀνομάζειν ἀπο στόλους, τοιοῦτοι ὦσιν, καὶ ὅτι ἐνδέχεται καὶ τῆς ἀνθρώπων φύσεως κρείττονα ὄντα πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ. ὁ οὖν λαμβάνων ὃν 〈ἂν〉 πέμψῃ ὁ Ἰησοῦς, τὸν ἐν τῷ ἀποσταλέντι Ἰησοῦν λαμβάνει· ὁ δὲ λαμβάνων τὸν Ἰησοῦν, πατέρα λαμβάνει· ὁ ἄρα λαμβάνων ὃν ἂν πέμψῃ ὁ Ἰησοῦς λαμβάνει τὸν πέμψαντα τὸν Ἰησοῦ πατέρα.