Ancient Greek · ~4 min
32.22.291 to 32.22.294
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.22.291-294
Not analysed yet
ὁ μὲν οὖν περὶ τούτου ἀληθὴς λόγος παρὰ τοῖς ἐμοῦ εὑρεθείη ἂν πολλῷ σοφωτέροις· ἐγὼ δὲ στοχάζομαι, μήποτε καὶ τὸ ἀναιδὲς τοῦ Ἰούδα καὶ ἐν τούτῳ ἐμφαίνεται, μὴ τιμῶντος τὸν διδάσκαλον ἐν τῷ συνεσθίειν μηδὲ παραχωροῦντος αὐτῷ τῆς εἰς τὸ τρυβλίον ἐμβάψεως, ὡς παρεχώρουν οἱ λοιποί. διόπερ ἐκείνων μὲν οὐδεὶς ἐνέβαπτεν τὴν χεῖρα εἰς τὸ τρυβλίον μετ’ αὐτοῦ· οὗτος δέ, οὐκ ἀξιῶν μετ’ αὐτῶν ἐμβάπτειν, μετ’ αὐτοῦ ἐνέβαπτε τὴν ἰσότητα θέλων ἔχειν πρὸς αὐτόν, δέον αὐτῷ παραχωρεῖν τῆς ὑπεροχῆς. τάχα οὖν τοῦ αὐτοῦ ἔχεται καὶ τὸ »Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ »παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης«. καὶ χαριεντιζόμενος δέ ποτε εἰς |προτροπὴν νέοις περὶ τῆς ἐν ἑστιάσει τιμῆς τῶν πρεσβυτέρων συγχρήσει τῷ ῥητῷ, ἵνα μὴ συνθλίβωσι τὴν χεῖρα τῶν [δύο] πρεσβυτέρων. γέγραπται γὰρ καὶ τοῦτο· »Μὴ συνθλίβου μετ’ αὐτοῦ »ἐν τῷ τρυβλίῳ«. οὐκ ἀγνοοῦντες δὲ δόξαν περιέργου ζητήσεως καὶ πείθειν μὴ δυναμένης τὸν ἀκροατὴν ἀπολογίας ἀποφέρεσθαι παρὰ τοῖς τούτων ἀκούουσιν ταῦτα ἐτολμήσαμεν, κρεῖττον εἶναι νομίζοντες τὸ πάντα βασανίζειν τοῦ παρελθεῖν τι ἀβασάνιστον τῶν γεγραμμένων.