Ancient Greek · ~2 min
Book 32, XIII, 21. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐπαράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.223
Not analysed yet
νῦν δὲ πρόκειται λέγειν πῶς τὰ προειρημένα »Εἰπὼν »ὁ Ἰησοῦς ἐταράχθη« οὐ τὴν ψυχὴν οὐδὲ τῇ ψυχῇ, ἀλλ’ οὐδὲ τοῦ πνεύματος, ἀλλὰ »τῷ πνεύματι«. ἵν’ οὖν τὸ περὶ τοῦ πνεύματος παρατήρημα μὴ διαπίπτῃ, λεκτέον ὅτι ἐν μὲν τῷ »Νῦν ἡ ψυχή μου »τετάρακται« τὸ τῆς ταραχῆς πάθος ψυχῆς ἦν, ἐν δὲ τῷ »Ἐταράχθη »τῷ πνεύματι ὁ Ἰησοῦς«, ὅπερ ἐστὶν τὸ ἀνθρώπινον, τὸ πάθος ἦν ἐρχόμενον τῇ ἐπικρατείᾳ τοῦ πνεύματος.