Ancient Greek · ~2 min
Book 32, XIII, 23. Ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς. νεύει οὖν τούτῳ Σίμων Πέτρος καὶ λέγει αὐτῷ· Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει. ἀναπεσὼν ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; ἀποκρίνεται οὖν ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον. βάψας οὖν τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου· καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.264
Not analysed yet
καὶ νομίζω ὅτι εἰ καὶ συμβολικῶς τότε ἀνακείμενος Ἰωάννης ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, τοῦ γέρως τούτου ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος τῆς ἀπὸ τοῦ διδασκάλου, τὸ συμβολικὸν τοῦτο παρίστησιν ὅτι Ἰωάννης ἀνακείμενος τῷ λόγῳ καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος, ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι ἐν τοῖς κόλποις τοῦ πατρός, κατὰ τὸ »Ὁ μονογενὴς »θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«.