Ancient Greek · ~3 min
Book 32, Chapter 27
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.27.336
Not analysed yet
καὶ ὁ Παῦλος δὲ ὅρα ἐπὶ τίσι τὸ ὄνομα τῆς δόξης παραλαμβάνει· ὅπου μὲν γὰρ λέγει· |»Εἰ δὲ ἡ διακονία τοῦ θανάτου »ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ »ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν »δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον »ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ τῇ διακονίᾳ τῆς »κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς »δικαιοσύνης δόξῃ. καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ »τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης· εἰ γὰρ τὸ »καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ«· ὅπου δὲ »Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου »κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς »δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος«.