Ancient Greek · ~3 min
32.27.339 to 32.27.343
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.27.339-343
Not analysed yet
λεκτέον τοιοῦτον εἶναι τὸ δεδοξάσθαι τὸ πρόσωπον τοῦ θεωρήσαντος τὸν θεὸν καὶ ὁμιλήσαντος αὐτῷ καὶ συνδιατρίψαντος τοιαύτῃ θέᾳ, ὡς τοῦτο εἶναι τροπικῶς τὸ δεδοξασμένον πρόσωπον Μωϋσέως, θεοποιηθέντος αὐτῷ τοῦ νοῦ. κατὰ τοῦτο δὲ καὶ ὁ ἀπόστολος ἔλεγεν τὸ »Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν »κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα«. ὥσπερ δὲ ἡ τοῦ νυκτερινοῦ φωτὸς λαμπρότης ἀνατείλαντος τοῦ ἡλίου ἀμαυροῦται, οὕτω ἡ ἐπὶ Μωϋσέως δόξα ὑπὸ τῆς ἐν Χριστῷ. σύγκρισιν γὰρ οὐκ εἶχεν ἡ ἐν Χριστῷ ὑπεροχή, ἣν γινώσκων τὸν πατέρα ἐδόξασεν περὶ αὐτοῦ, πρὸς τὰ ὑπὸ Μωϋσέως γνωσθέντα καὶ δοξάσαντα |τὸ πρόσωπον τῆς ψυχῆς αὐτοῦ. διὸ καταργουμένη εἴρηται ἡ ἐπὶ Μωϋσέως δόξα ἀπὸ τῆς ὑπερβαλλούσης ἐν Χριστῷ δόξης.