Ancient Greek · ~2 min
Book 32, Chapter 3
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.3.34
Not analysed yet
τὴν τοίνυν οἰκονομίαν βλέπων ἐπὶ τὸ χρηστὸν τέλος ὁδεύουσαν ἤδη διὰ τὸ »Τοῦ διαβόλου »ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος »Ἰσκαριώτης· ᾔδει ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατήρ«, καὶ ἔδωκεν εἰς τὰς χωρούσας τὰ πάντα χεῖρας, ἵνα ᾖ τὰ πάντα αὐτῷ ὑποχείρια, ἢ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, τουτέστιν εἰς τὰς πράξεις αὐτοῦ καὶ τὰ ἀνδραγαθήματα· »Ὁ πατήρ μου, γάρ φησιν, »ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«.