Ancient Greek · ~3 min
32.32.399 to 32.32.401
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.32.399-401
Not analysed yet
εἰ γὰρ ἐβούλοντο ἀκολουθεῖν τῷ λόγῳ καὶ ὁμολογεῖν αὐτὸν μὴ σκανδαλιζόμενοι ἐν αὐτῷ, ἀλλὰ οὐκ ἐδύναντό πω τοῦτο ποιεῖν· »Οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη« καὶ »Οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ«. ἄπεισιν δὲ ὁ λόγος τὰς ἑαυτοῦ πορείας, καὶ ἀκολουθεῖ μὲν αὐτῷ ὁ λόγῳ ἑπόμενος· οὐ δύναται δὲ ἀκολουθεῖν ὁ μὴ εὐτρεπισμένος ὥστ’ εὐτόνως κατ’ ἴχνη βαίνειν, τοῦ λόγου ὁδηγοῦντος πρὸς τὸν ἑαυτοῦ πατέρα τοὺς πάντα πράττοντας ἵνα καὶ δύνωνται αὐτῷ ἕπεσθαι καὶ ἀκολουθῶσιν αὐτῷ, ἕως 〈ἂν〉 εἴπωσιν τῷ χριστῷ· »Ἐκολλήθη ὀπίσω »σου ἡ ψυχή μου«. Αὐτάρκη δὲ περιγραφὴν εἰληφότος τοῦ λβʹ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν, αὐτοῦ που καταπαύσομεν τὸν λόγον.