Ancient Greek · ~2 min
Book 32, Chapter 4
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.4.47
Not analysed yet
Ἀβραὰμ μὲν οὖν ἡνίκα »Ἀναβλέψας τοῖς ὀφθαλμοῖς »αὐτοῦ εἶδεν, καὶ ἰδοὺ ἄνδρες ἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν »προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ »προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου«· οὐκ αὐτὸς λαμβάνει ὕδωρ οὐδὲ ἐπαγγέλλεται νίπτειν τοὺς πόδας αὐτῶν ὡς ξένων ἐλθόντων πρὸς αὐτόν, ἀλλά φησι· »Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας »ὑμῶν«.