Ancient Greek · ~5 min
32.5 to 32.10
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.5-10
Not analysed yet
Ἐν ταῖς εἰς τὸ κατὰ Λουκᾶν ὁμιλίαις συνεκρίναμεν ἀλλήλαις τὰς παραβολάς, καὶ ἐζητήσαμεν τί μὲν σημαίνει τὸ κατὰ τὰς θείας γραφὰς ἄριστον, τί δὲ παρίστησιν τὸ κατ’ αὐτὰς δεῖπνον. καὶ νῦν τοίνυν λελέχθω, ὅτι ἄριστον μέν ἐστιν ἡ πρώτη καὶ πρὸ τῆς συντελείας τῆς ἐν τῷ βίῳ τούτῳ ἡμέρας πνευματικῆς τοῖς εἰσαγομένοις |ἁρμόζουσα τροφή· δεῖπνον δὲ ἡ τελευταία καὶ τοῖς ἤδη ἐπὶ πλεῖον προκεκοφόσι παρατιθεμένη κατὰ λόγον. καὶ ἄλλως δ’ εἴποι ἄν τις ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμάτων, δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια. ταῦτα δὲ ἐν προοιμίῳ λέλεκται ἐξετάζοντι πῶς γινομένου δείπνου ἐγείρεται ὁ Ἰησοῦς ἐκ τοῦ δείπνου, καὶ βαλὼν ὕδωρ εἰς τὸν νιπτῆρα ἄρχεται τοὺς τῶν μαθητῶν νίπτειν πόδας. οἶμαι γὰρ ὅτι οἱ μετὰ τοῦ Ἰησοῦ δειπνοῦντες καὶ ἐν τῇ ἐπὶ τέλει τοῦ βίου τούτου ἡμέρᾳ μεταλαμβάνοντες σὺν αὐτῷ τροφῆς δέονται μὲν καθαρσίου τινός, οὐ μὴν περί τι τῶν πρώτων τοῦ τῆς ψυχῆς, ἵν’ οὕτως ὀνομάσω, σώματος, ἀλλ’. ὡς ἂν εἴποι τις, χρῄζουσιν ἀποπλύνασθαι τὰ τελευταῖα καὶ τὰ ἔσχατα καὶ τῇ γῇ ἀναγκαίως ὁμιλοῦντα. καὶ τοῦτο τὸ καθάρσιον πρῶτον μὲν ὑπ’ οὐδενὸς ἢ τοῦ Ἰησοῦ μόνου γενέσθαι δύναται, δεύτερον δὲ [καὶ τὸ] ὑπὸ τῶν μαθητῶν αὐτοῦ, πρὸς οὓς εἶπεν· »Καὶ »ὑμεῖς ὀφείλετε τοὺς πόδας ἀλλήλων νίπτειν· ὑπόδειγμα γὰρ ἔδωκα »ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε«.