Ancient Greek
Book 32, Chapter 6
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.6.67
Not analysed yet
εἰ γὰρ αὐτὸς μέν, ὡς ᾠήθη, τὸ καθῆκον ἐν τῷ κωλύειν ἐθέλειν ἐποίησεν, ἐκεῖνοι δὲ μὴ ἑωράκασιν αὐτό, κατηγόρησεν ἐκείνων, παρὰ τὸ καθῆκον ἑαυτῶν τοὺς πόδας ἐμπαρεσχηκότων τῷ Ἰησοῦ· καὶ εἰ ἐφρόνει τε τῷ εὐλόγῳ μὴ δεῖν ἀντιλέγειν καὶ εὔλογον ἐνόμιζεν εἶναι τὸ γινόμενον ἐν τῷ νίπτεσθαι τοὺς πόδας τῶν μαθητῶν ὑπὸ τοῦ Ἰη σοῦ, οὐκ ἂν ἀντέλεγεν |τῷ γινομένῳ.