Ancient Greek
32.6.69 to 32.6.70
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.6.69-70
Not analysed yet
καὶ λεκτέον πρὸς τοῦτο ὅτι ὥσπερ ἰατρὸς πλείοσιν ἀρρώστοις κατὰ τὴν ἰατρικὴν διακονούμενος, ἀπὸ τῶν κατεπειγόντων καὶ χείρονα πεπονθότων τὴν ἀρχὴν ποιεῖται τῆς θεραπείας, οὕτως ὁ ἐρρυπωμένους τοὺς πόδας νίπτων τῶν μαθητῶν ἄρχεται ἁπὸ τῶν μᾶλλον ἐρρυπωμένων, καὶ τάχα ἐπὶ τελευταῖον ἦλθεν τὸν Πέτρον, ὡς ἔλαττον πάντων δεόμενον τῆς νίψεως τῶν ποδῶν. τάχα δὲ καὶ εἰς τὸ δοκεῖν ἀντιλέγειν ἡ ἐγγὺς καθαρότητος κατάστασις τῶν ποδῶν αὐτοῦ συνεβάλλετο.