Ancient Greek · ~2 min
Book 32, Chapter 7
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.7.74
Not analysed yet
καὶ ταῦτα δὲ ὕστερον ἐκτίθεμαι, ὑποπεσόντα μετὰ τὸ ὑπαγορευθῆναι τὰ πρότερα, σωζόντων ἡμῶν καὶ τὴν τάξιν τῶν ὑπεισελθόντων νοῦν, ὡς πρότερον μὲν ἔβλεπεν ῥυπωθέντας τοὺς πόδας τῶν μαθητῶν δεδεῆσθαι τῆς ἀπὸ τοῦ Ἰησοῦ νίψεως, νῦν δ’ ὅτι διὰ τοῦ |τ’ αὐτῶν ἔνιψεν τοὺς πόδας, ἐπεὶ ἦσαν ὡς ἐν ἀνθρώποις καθαροὶ ἀλλ’ οὐχὶ καὶ παρὰ θεῷ· χωρὶς γὰρ Ἰησοῦ οὐδεὶς παρὰ θεῷ καθαρὸς γίνεται, κἂν πρὸ τούτου νομισθῇ διά τινος ἐπιμελείας αὑτὸν καθαρὸν πεποιηκέναι.