Ancient Greek · ~7 min
32.8.84 to 32.8.90
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.8.84-90
Not analysed yet
Ὅρα γοῦν ὅτι μέλλων νίπτειν |τοὺς πόδας τῶν μαθητῶν οὐκ ἄλλον καιρὸν ἐπελέξατο ἢ ὅτε ὁ διάβολος ἤδη βεβλήκει εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, καὶ ἡ ὑπὲρ ἀνθρώπων ἔμελλεν γίνεσθαι οἰκονομία. πρὸ γὰρ τούτου εὔκαιρον οὐκ ἦν νίψασθαι τοὺς πόδας ὑπὸ τοὺ Ἰησοῦ τοὺς μαθητάς. τίς γὰρ ἂν τὸν ἐν τῷ μεταξὺ ἕως τοῦ πάθους ῥύπον τῶν ποδῶν αὐτῶν ἀπένιψεν ἄν; ἀλλ’ οὐδὲ ἐν τῷ καιρῷ τοῦ πάθους· ἄλλος γὰρ Ἰησοῦς οὐκ ἦν ὁ νίπτων αὐτῶν τοὺς πόδας. ἀλλ’ οὐδὲ μετὰ τὴν οἰκονομίαν· ἤδη γὰρ ὥρα τοῦ ἁγίου πνεύματος ἐπιδημήσαντος τοῖς μαθηταῖς ἦν, γενομένοις καθαροῖς καὶ νιψαμένοις τοὺς πόδας, καὶ ἤδη ἔχουσιν ἑτοίμους αὐτοὺς καὶ ὡραίους πρὸς τὸ ἐν τῷ πνεύματι εὐαγγελίζεσθαι τὰ ἀγαθά. τοιοῦτον οὖν ἐστιν τὸ »Ὃ ἐγὼ ποιῶ σὺ »οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«· σύμβολόν ἐστιν τὸ νίψασθαι ὑμῶν τοὺς πόδας ὑπ’ ἐμοῦ τοῦ καθαρθῆναι τὰς βάσεις τῶν ψυχῶν ὑμῶν, ἵνα γένωνται ὡραῖοι, μελλόντων ὑμῶν εὐαγγελίζεσθαι τὰ ἀγαθὰ καὶ καθαροῖς τοῖς ποσὶν ἐπιβαίνειν ταῖς τῶν ἀνθρώπων ψυχαῖς. τοῦτο δὲ τὸ μυστήριον σὺ νῦν μὲν οὐκ οἶδας, ἅτε μηδέπω χωρῶν τὴν γνῶσιν αὐτοῦ, εὐκαιρότερον ἐσομένην ἐν σοὶ ἐπὰν νίψῃ τοὺς πόδας ὑπ’ ἐμοῦ· μετὰ δὲ ταῦτα γνώσει ἐν τῷ τοῦτο συνιέναι φωτιζόμενος τῇ περὶ οὐκ εὐκαταφρονήτου καὶ βραχέος τινὸς γνώσει. ταῦτα δὲ λέγοντος τῷ Πέτρῳ τοῦ Ἰησοῦ, ὁ μαθητὴς ἀποκρίνεται οὐκ ἐπιστημονικὴν ἀπόκρισιν, πλὴν φαντασίαν ἐξαποστέλλουσαν τοῦ πρὸς τὸν Ἰησοῦν τιμητικοῦ καὶ σεβασμίου, φαντασίαν διεψευσμένην ἔτι. διόπερ, ἐπεὶ μὴ συμφέρουσα ἦν τῷ Πέτρῳ ἡ ἀπόκρισις αὐτοῦ, οὐκ ἐᾷ αὐτὴν γενέσθαι ἀληθῆ ὁ τὰ ἐπὶ βλάβῃ ἀληθευσόμενα τῇ τοῦ λέγοντος πρεπόντως ἑαυτοῦ τῇ χρηστότητι κωλύων.