Ancient Greek
32.9.100 to 32.9.101
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.9.100-101
Not analysed yet
Διὰ τοῦτο παρέχωμεν τῷ Ἰησοῦ τοὺς πόδας ἡμῶν καὶ νῦν ἐγειρομένῳ ἐκ τοῦ δείπνου, καὶ τιθέντι τὰ ἱμάτια καὶ λαμβάνοντι λέντιον καὶ διαζωννύντι ἑαυτόν, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρχομένῳ νίπτειν τοὺς πόδας ἡμῶν, ὡς μαθητῶν, καὶ ἐκ|μάσσειν τῷ λεντίῳ, ᾧ δι’ ἡμᾶς γενόμενος ἐν μέσῳ ἡμῶν ὡς ὁ διακονῶν διαζώννυται. ἐὰν γὰρ μὴ ποιήσωμεν τοῦτο, οὐχ ἕξομεν μετ’ αὐτοῦ μέρος οὐδὲ ὡραῖοι ἔσονται οἱ πόδες ἡμῶν, καὶ μάλιστα ὅτε ζηλοῦντες τὰ μείζονα χαρίσματα θέλομεν ἐγκαταταχθῆναι τοῖς εὐαγγελιζομένοις τὰ ἀγαθά.