# Commentarii in Evangelium Joannis 1-5-4

Origen, Commentarii in Evangelium Joannis, 1 to 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/1-5

* * * * ἐν αὐτῇ ἀναγεγραμμένοι ἀριθμοὶ κατά τινα ἀναλογίαν ἁρμόζουσαν ἑκάστῳ πράγματι γραφῆς ἠξιώθησαν. ἐξεταστέον δέ, μήποτε μία τῶν βίβλων Μωσέως ἐπιγεγραμμένη Ἀριθμοί ἐξαιρέτως τὸν περὶ ἀριθμῶν τοῖς τὰ τοιαῦτα ἐξιχνεύειν δυναμένοις διδάσκει λόγον. Ταῦτα δέ μοι ἐν ἀρχῇ τοῦ δεκάτου τόμου λέγεται πρὸς σέ, πολλαχοῦ ὁρῶντι τῆς γραφῆς διαφερούσης προνομίας τετευχότα τὸν σέκα ἀριθμόν, ὡς ἔνεστι καὶ σοὶ ἐπιμελῶς κατανοεῖν, ἐλπίζοντί τε λήψεσθαι ἀπὸ θεοῦ πλέον τι καὶ εἰς τοῦτον τὸν τόμον· ὅπερ ἴνα ὑπαρχθῇ κατὰ δύναμιν ἐμπαρέχειν ἑαυτοὺς τῷ δωρεῖσθαι τὰ κάλλιστα βουλομένῳ θεῷ πειρώμεθα. Ἀρκτέον δὲ τοῦ βιβλίου ἐντεῦθεν· »Μετὰ τοῦτο κατέβη εἰς κα- »φαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί, καὶ ἐκεῖ † ἔμεινεν οὐ πολλὰς ἡμέρας καὶ οἱ λοιποὶ τρεῖς γράψαντες τὰ εὐαγγέλια μετὰ τὸν πρὸς τὸν διάβολον ἀγῶνα τοῦ κυρίου εἰς τὴν Γαλιλαίαν φασὶν αὐτὸν ἀνακεχωρηκέναι. Ματθαῖος δὲ καὶ Λουκᾶς πρότερον γενόμενον ἐν Ναζάροις μετὰ ταῦτα καταλελοιπότα αὐτὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναούμ. ὁ δὲ Ματθαῖος καὶ Μάρκος καὶ αἰτίαν τινὰ λέγουσι τοῦ αὐτὸν ἐκεῖθεν ἀνακεχωρηκέναι τὸ ἀκηκοέναι, ὅτι Ἰωάννης παρεδόδη.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
