Ancient Greek · ~7 min
1.101 to 1.106
Origen, Commentarii in Evangelium Joannis 1.101-106
Not analysed yet
κατὰ τοῦτο δὲ τὸ ὡς γενέσεως σημαινόμενον τὴν ἀρχὴν καὶ τὸ ὑπὸ τῆς σοφίας έν παροιμίαις λεγόμενον ἐκδέξασθαι δυνησόμεθα· »Ὁ θεός, γάρ φησιν, ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα »αὐτοῦ. «δύναται μέντοι γε καὶ ἐπὶ τὸ πρῶτον ἀνάγεσθε, τουτέστι τὸ ὡς ὀδοῦ, διὰ τὸ λέγεσθαι »Ὁ θεὸς ἔκτισέν με ἀρχὴν όδῶν αὐτοῦ«. Οὐκ ἀτόπως δὲ καὶ τὸν τῶν ὅλων θεὸν ἐρεῖ τις ἀρχὴν σαφῶς προπίπτων, ὅτι ἀρχὴ υἱοῦ ὁ πατὴρ καὶ ἀρχὴ δημιουργημάτων ὁ δημιουργὸς καὶ ἀπαξαπλῶς ἀρχὴ τῶν ὄντων ὁ θεός. παραμυθήσεται δὲ διὰ τοῦ »Ἐν ἀρχῇ ἦν ὀ λόγος«, λόγον νοῶν τὸν υἱόν, παρὰ τὸ εἶναι ἐν τῷ πατρὶ λεγόμενον εἶναι ἐν ἀρχῇ. Τρίτον δὲ τὸ ἐξ οὑ οἷον τὸ ἐξ ὑποκειμένης ὕλης, ἀρχὴ παρὰ τοῖς ἀγένητον αὐτὴν ἐπισταμένοις, ἀλλ’ οὐ παρ’ ἡμῖν τοῖς πειθομένοις, ὅτι ἐζ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ θεός, ὡς ἡ μήτηρ τῶν ἑπτὰ μαρτύρων ἐν Μακκαβαϊκοῖς καὶ ὁ τῆς μετανοίας ἄγγελος ἐν τῷ Ποιμένι ἐδίδαξε. Πρὸς τούτοις ἀρχὴ καὶ τὸ καθ’ ὃ οἷον κατὰ τὸ οὓτως εἴπερ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ πρωτότοκος πάσης κτίσεως, ἀρχὴ αὐτοῦ ὁ πατήρ ἐστιν. ὁμοίως δὲ καὶ Χριστὸς ἀρχὴ τῶν κατ’ εἰκόνα γενομένων θεοῦ. εἰ γὰρ οἱ ἄνθρωποι »κατ’ εἰκόνα«, ἡ εἰκὼν δὲ κατὰ τὸν πατέρα, τὸ μὲν καθ’ ὃ τοῦ χριστοῦ ὁ πατὴρ ἀρχή, τὸ δὲ καθ’ τῶν τῶν ἀνθρώπων ὁ χριστός, γενομένων οὐ κατὰ τὸ οὗ ἐστιν ἑκών, ἀλλὰ κατὰ τὴν εἰκόνα· ἁρμόσει δὲ τὸ »Ἐν ἀρχῇ »ἠν ὁ λόγος« εἰς τὸ αὐτὸ παράδειγμα. Ἔστιν ἀρχὴ καὶ ὡς μαθήσεως, καθ’ ὃ τά στοιχεῖά φαμεν ἀρχὴν εἶναι γραμματικῆς. κατὰ τοῦτό φησιν ὁ ἀπόστολος ὃτι »Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ »διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ. «