Ancient Greek · ~3 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.11
Not analysed yet
τάχα δὲ οἱ 〈πάντων φέροντες καὶ οἱονεὶ τὰ πρῶτα τῆς καθ’ ἑαυτοῦς γενεᾶς ἔχοντες ἀρχιερεῖς ἔσονται κατὰ τὴν τάξιν Ἀαρών, κοὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδέκ. ἐὰν γάρ τις ἀνθυποφέρῃ πρὸς τοῦτο, νομίζων ἡμᾶς ἀσεβεῖν τὸ τοῦ ἀρχιερέως ὄνομα τάσσοντας ἐπ’ ἀνθρώπων, ἐπεὶ πολλαχοῦ Ἰησοῦς μέγας ἱερεὺς προφητεύεται ἔχομεν γὰρ »ἀρχιερέα »μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ«), λεκτέον πρὸς αὐτὸν ὅτι ὁ ἀπόστολος ἐπεσημήνατο λέγων τὸν προφήτην εἰρηκέναι περὶ Χριστοῦ· »Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ,« καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών. ἀφ’ οὗ καὶ ἡμεῖς λαβόντες φαμὲν κατὰ μὲν τὴν τάξιν Ἀαρὼν ἀνθρώπους δύνα- σθαι εἶναι ἀρχιερεῖς, κατὰ δὲ τὴν τάξιν Μελχισεδὲκ τὸν χριστὸν τοῦ θεοῦ.