# Commentarii in Evangelium Joannis 1.113-119

Origen, Commentarii in Evangelium Joannis, 1.113 to 1.119. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/1.113

ἐπίστησον δέ, εἰ οἷόν τὲ ἐστι καὶ κατὰ τὸ σημαινόμενον τοῦτο ἐκδέ- χεσθαι ἡμᾶς τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος«, ἵνα κοτὰ τὴν σοφίαν καὶ τοὺς τύπους τοῦ συστήματος τῶν ἐν αὐτῷ νοημάτων τὰ πάντα γίνηται. οἶμαι γάρ, ὥσπερ κατὰ τοὺς ἀρχιτεκτονικοὺς τύπους οἰκοδομεῖται ἢ τεκταίνεται οἰκία καὶ ναῦς, ἀρχὴν τῆς οἰκίας καὶ τῆς νεὼς ἐχόντων τοὺς ἐν τῷ τεχνίτῃ τύπους καὶ λόγους, οὕτω τὰ σύμπαντα γεγονέναι κατὰ τοὺς ἐν τῇ σοφίᾳ προτρανωθέντας ὑπὸ θεοῦ τῶν ἐσομένων λόγους· »Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε.« καὶ λεκτέον ὅτι κτίσας, ἵν οὕτως εἴπω, ἔμψυχον σοφίαν ὁ θεός, αὐτῇ ἐπέτρεπεν ἀπὸ τῶν ἐν αὐτῇ τύπων τοῖς οὖσι καὶ τῇ ὅλῃ παρασχεῖν καὶ τὴν πλάσιν καὶ τὰ εἴδη, ἐγὼ ὲ ἐφίστημι εἰ καὶ τὰς οὐσίας. Οὐ χαλεπὸν μὲν οὐν παχύτερον εἰπεῖν ἀρχὴν τῶν ὄντων εἶναι τὸν υἱὸν τοῦ θεοῦ, λέγοντα· Ι »Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος. τὸ Α »καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἕσχατος«. ἀναγκαῖον δὲ εἰδέναι ὅτι οὐ κατὰ πᾶν ὃ ὀνομάζεται ἀρχή ἐστιν αὐτός. πῶς γὰρ καθ’ ὃ ςωή ἐστι δύναται εἶναι ἀρχή, ἥτις ςωὴ γέγονεν ἐν τῷ λόγῳ, δηλονότι ἀρχῇ τυΓχάνοντι αὐτῆς; ἒτι δὲ σαφέστερον ὅτι καθ’ ὃ »πρωτότοκός« ἐστιν »ἐκ τῶν νεκρῶν«, οὐ δύναται εἶναι ἀρχή. καὶ ἐὰν ἐπιμελῶς ἐξετάζωμεν αὐτοῦ πόσας τὰς ἐπινοίας, μόνον κατὰ τὸ εἶναι σοφία ἀρχή έστιν, οὐδὲ κατὰ τὸ εἶναι λόγος ἀρχὴ τυγχάνων, εἴγε »ὁ λόγος ἐν »ἀρχῇ« ἠν· ὡς εἰπεῖν ἂν τινα τεθαρρηκότως ὡς πρεσβύτερον πάντων τῶν ἐπινοουμένων ταῖς ὀνομασίαις τοῦ πρωτοτόκου πάσης κτίσεώς έστιν ἡ σοφία. Ὁ θεὸς μὲν οὖν πάντη ἓν ἐστι καὶ ἁπλοῦν· ὁ δὲ σωτὴρ ἡμῶν διὰ τὰ πολλά, ἐπεὶ »προέθτετο« αὐτὸν »ὁ θεὸς ἱλαστήριον καὶ ἀπαρχὴν πάσης τῆς κτίσεως, πολλὰ γίνεται ἢ καὶ τάχα πάντα ταῦτα, καθὰ χρῂζει αὐτοῦ ἡ ἐλευθεροῦσθαι δυναμένη πᾶσα κτίσις.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
