Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.121
Not analysed yet
τὸ ὁ ὅμοιον ἔστι νοῆσαι καὶ ἐπὶ τοῦ εἶναι αὐτὸν πρωτότοκον ἐκ τῶν νεκρῶν. εἰ γὰρ ὑπόθεσιν ἡ γυνὴ μὴ ἠπάτητο καὶ ὁ Ἀδὰμ μὴ παραπεπτώκει, κτισθεὶς δὲ ὁ ἄνθρωπος ἐπὶ ἀφθαρσίᾳ κεκρατήκει τῆς ἀφθαρσίας, οὔτ’ ἂν »εἰς χοῦν θανάτου« καταβεβήκει οὔτ’ ἂν ἀπέθανεν οὐκ οὔσης ἁμαρ- τίας, ᾗ διὰ τὴν φιλανθρωπίαν αὐτὸν ἐχρῆν ἀποθανεῖν· ταῦτα δὲ μὴ ποιήσας οὐκ >ἐγένετο »πρωτότοκος ἐκ τῶν νεκρῶν «.