Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.142
Not analysed yet
Οἱ δὲ προφῆται παρὰ ταῦτα καὶ ἑτέροις ὀνόμασιν αὐτὸν καλοῦσιν· ὁ μὲν Ἰακὼβ ἐν τῇ πρὸς τοὺς υἱοὺς εὐλογίᾳ Ἰούδαν· τὸ γὰρ »Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἰ χεῖρές σου ἐπὶ νώτου »τῶν ἑδρῶν σου· <προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός · »σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν »ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς Ι ἐγερεῖ αὐτόν«; ****οὐ κατὰ τὸν ἐνεστηκότα δὲ καιρόν ἐστι πρὸς λέξιν παραστῆσαι πῶς τὰ τῷ Ἰούδᾳ λεγόμενα περὶ Χριστοῦ ἐστιν.