Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.144
Not analysed yet
οἶδε δὲ τὸν χριστὸν Ἰακὼβ καὶ Ἰσραήλ ὀνομαζόμενον Ἡσαΐας λέγων· »Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, »προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ »ἐρίσει οὐδὲ κράζει οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν »αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον »οὐ σβέσει, ἔως ἂν ἐκβάλῃ †ἐκ νίκους τὴν κρίσιν, καὶ τῷ ὀνόματι αὐτοῦ »ἔθνη ἐλπιοῦσιν«.