# Commentarii in Evangelium Joannis 1.145-150

Origen, Commentarii in Evangelium Joannis, 1.145 to 1.150. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/1.145

ὅτι γὰρ χριστός ἐστι, περὶ οὐ ταῦτα προφητεύ- εται, σαφῶς ὁ Ματθαῖος δηλοῖ ἐν τῷ εὐαγγελίῳ, μνησθεὶς ἀπὸ μέρους τῆς περικοπῆς, εἰπών· »Ἵνα πληρωθῇ τὸ εἰρημένον Οὐκ ἐρίσει οὐδὲ « καὶ τὰ ἐξῆς. καλεῖται δὲ καὶ Δαβὶδ ὁ χριστός, ὡς ἐπὰν Ἰεζεκιὴλ προφητεύσας πρὸς τοὺς ποιμένας ἐπιφέρῃ ἐκ προσώπου θεοῦ »Ἀναστήσω Δαβὶδ τὸν παῖδά μου, ὃς περιμανεῖ αὐτούς«· οὐ γὰρ Δαβὶδ ὁ πατριάρχης ἀναστήσεται ποιμαίνειν μέλλων τοὺς ἁγίους, ἀλλὰ Χριστός. ἔτι δὲ ὁ Ἡσαΐας »ῥάβδον« καὶ »ἄνθος« ὀνομάζει τὸν χριστὸν ἐν τῷ »Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥοίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, »πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώ- »σεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ«. καὶ »λίθος« δὲ ἐν τοῖς ψαλμοῖς ὁ κύριος ἡμῶν εἶναι λἐγεται οὕτωνς· »Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὑτος ἐγενήθη εἰς κεφα- λὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλ- »μοῖς ἡμῶν.. δηλοῖ δὲ τὸ εὐαγγέλιον καὶ ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς, οὐκ ἄλλον ἢ τὸν χριστὸν εἶναι τὸν λίθον»· τὸ μὲν εὐαγγέλιον οὕτως· »Οὐδέποτε ἀνέγνωτε· Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν- »τες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πᾶς ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν«· ἐν δὲ ταῖς Πράζεσιν ὁ Λουκᾶς γράφει· »Οὑτός ἐστιν ὁ λίθος ὁ ἐξουδενω- »θεὶς ὑφ’ ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας«. Ἓν δὴ τῶν ἐπὶ τοῦ σωτῆρος τεταγμένων ὀνομάτων, ἀλλ’ οὐχ ὑπ αὐτοῦ λεγόμενον ὑπὸ δὲ τοῦ Ἰωάννου ἀναγεγραμμένον, ἐστὶ καὶ »Ὁ ἐν ἀρχῇ λόγος πρὸς τὸν θεὸν θεὸς λόγος«.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
