# Commentarii in Evangelium Joannis 1.152-158

Origen, Commentarii in Evangelium Joannis, 1.152 to 1.158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/1.152

λόγον γὰρ ἀπαγγελλόμενον υἱὸν εἶναι νοῆσαι καὶ τῷ τυχόντι ἐστὶν ἀμήχανον. καὶ λόγον τοιοῦτον καθ’ αὑτὸν ζῶντα καὶ ἤτοι οὐ κεχω- ρισμένον τοῦ πατρὸς καὶ κατὰ τοῦτο τῷ μὴ ὑφεστάναι οὐδὲ υἱὸν τυγχάνοντα ἢ καὶ κεχωρισμένον καὶ οὐσιωμένον ἀπαγγελλέτωσαν ημῖν θεὸν λόγον. Λεκτέον οὖν ὅτι ὥσπερ καθ’ ἕκαστον τῶν προειρημένων ὀνομάτων ἀπὸ τῆς ὀνομασίας ἀναπτυκτέον τὴν ἔννοιαν τοῦ ὀνομαζομένου καὶ ἐφαρμοστέον μετὰ ἀποδείξεως πῶς ὁ υἱὸς τοῦ θεοῦ τοῦτο τὸ ὄνομα εἶναι λέγεται, οὕτως καὶ ἐπὶ τοῦ λόγον αὐτὸν ὀνομάζεσθαι ποιητέον. τίς γὰρ ἡ ἀποκλήρωσις ἐφ’ ἑνὸς μὲν ἑκάστου μὴ ἵστασθαι. ἐπὶ τῆς λέξεως, ἀλλὰ φέρε εἰπεῖν ζητεῖν πῶς αὐτὸν ἐκδεκτέον »θύ- »ραν« καὶ τίνα τρόπον »ἄμπελον« τίνι τε αἰτίᾳ »ὁδόν«, ἐπὶ δὲ μόνου τοῦ »λόγον« αὐτὸν ἀναγεγράφθαι τὸ παραπλήσιον οὐ ποιητέον; ἴνα τοίνυν μᾶλλον δυσωπητικώτερον παραδεξώμεθα τὰ λεχθησόμενα εἰς τὰ περὶ τοῦ πῶς λόγος ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ, ἀρκτέον ἀπὸ τῶν ἐξ ἀρχῆς ἡμῖν προτεθέντων ὀνομάτων αὐτοῦ. καὶ ὅτι μὲν δόξει τισὶ σφόδρα παρεκβατικὸν εἶναι τὸ τοιοῦτον οὐκ ἀγνοοῦμεν· πλὴν ἐπιστήσαντι καὶ πρὸς τὸ προκείμενον χρήσιμον ἔσται τὸ βασανίσαι τὰς ἐννοίας καθ’ ὡν τὰ ὀνόματα κεῖται, καὶ πρὸ ὁδοῦ τῶν ἐπιφερομένων ὑπάρξω ἡ κατανόησις τῶν πραγμάτων. ἅπαξ δὲ εἰς τὴν περὶ τοῦ σωτῆρος θεολογίαν ἐμΠεσόντες, ἀναγκαίως ὅση δύναμις τὰ περὶ αὐτοῦ μετὰ ἐρεύνης εὑρίσκοντες πληρέστερον αὐτὸν οὐ μόνον ᾗ λόγος ἐστὶ νοήσομεν ἀλλὰ καὶ τὰ λοιπά. Ἔλεγεν οὖν ἑαυτὸν εἶναι »φῶς τοῦ κόσμου«· καὶ τὰ παρακείμενα ταύτῃ τῇ ὀνομασίᾳ συνεκπιαστέον, δόξαντα ἂν τισιν οὐχὶ παρακείμενα μόνον ἀλλὰ καὶ τὰ αὐτὰ τυγχάνειν.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
