Ancient Greek
1.176 to 1.178
Origen, Commentarii in Evangelium Joannis 1.176-178
Not analysed yet
καὶ εἰ τὰ καυχήματα τῶν ἁγίων ἐστὶν ἐν θλίψεσιν, εἰδότων »Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάςεται, ἡ δὲ »ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει«, οὔτε ὑπομονὴν οὔτε δοκιμὴν οὔτε ἐλπίδα ἕξει ἡ μὴ τεθλιμμένη κτίσις τὴν ἴσην ἀλλ’ ἑτέραν, ἐπεὶ »Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ »ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ’ ἐλπίδι«. ὁ δὲ μὴ τολμῶν τὰ τηλικαῦτα τῷ ἀνθρώπῳ καταχαρίσασθαι, ὁμόσε χωρήσας τῷ προβλήματι φήσει τῇ ματαιότητι τὴν κτίσιν ὑποτασσομένην Ι θλίβεσθαι, μᾶλλον στενάξασαν ἢ οἱ ὄντες έν τῷ σκήνει στενάζουσιν, ἅτε καὶ πλεῖστον ὅσον χρόνον καὶ πολλαπλασίονα τοῦ ἀνθρωπίνου ἀγῶνος τῇ ματαιότητι δουλεύουσαν. διὰ τί γὰρ »οὐχ ἑκοῦσα« τοῦτο ποιεῖ, ἢ ὅτι παρὰ φύσιν ἐστὶν αὐτῇ τῇ ματαιότητι ὑποτετάχθαι καὶ μὴ τὴν προηγουμένην ἔχειν τῆς ζωῆς κατάστασιν, ἣν ἀπολήψεται ἐλευθερου- μένη ἐν τῇ τοῦ κόσμου φθορᾷ καὶ τῆς τῶν σωμάτων ματαιότητος ἀπολυομένη;