Ancient Greek · ~4 min
1.183 to 1.186
Origen, Commentarii in Evangelium Joannis 1.183-186
Not analysed yet
ἀλλὰ καὶ ἡ ἐν σοφίᾳ πορεία καὶ πρακτικὴ τῶν σωζομένων ἐν αὐτῷ γινομένη κατὰ τὰς περὶ ἀληθείας ἐν λόγῳ θείῳ διεξόδους καὶ κράζεις τὰς κατὰ τὴν ἀληθῆ δικαιοσύνην, παρίστησιν ἡμῖν νοεῖν πῶς αὐτός ἐστιν ἡ ὁδός, ἐφ’ ἣν ὁδὸν οὐδὲν αἴρειν δεῖ, οὔτε πήραν οὔτε ἱμάτιον, ἀλλ’ οὐδὲ ῥάβδον ἔχοντα ὁδεύειν χρή, οὐδὲ ὑποδήματα ὑποδεδέσθαι κατὰ τοὺς πόδας. αὐτάρκης γὰρ ἀντὶ παντὸς ἐφοδίου αὐτὴ ἡ ὀδός, καὶ ἀνενδεὴς τυγχάνει πᾶς ὁ ταύτης ἐπι βαίνων, κεκοσμημένος ἐνδύματι ᾧ πρέπει κεκοσμῆσθαι τὸν ἐπὶ τὴν κλῆσιν τοῦ γάμου ἀπιόντα, οὐδενός τε χαλεποῦ δυναμένου ἀπαντῆσαι κατὰ ταύτην τὴν ὁδόν. ἀμήχανον γὰρ ὁδοὺς ὄφεως ἐπὶ πέτρας εὑρεῖν, κατὰ τὸν Σαλομῶντα, φημὶ δ’ ἐγώ, ὅτι καὶ οὗ δήποτε θηρίου. διὸ οὐδὲ χρεία ῥάβδου ἐν ὁδῷ οὐδὲ ἴχνη τῶν ἐναντίων ἐχούσῃ καὶ ἀνεπιδέκτῳ διὰ τὸ στερρόν, δι’ ὅπερ καὶ πέτρα λέγεται, τῶν χειρόνων τυγχανούσῃ. ἁλήθεια δὲ ὁ μονογενής ἐστι πάντα ἐμπεριειληφὼς τὸν περὶ τῶν ὅλων κατὰ τὸ βούλημα τοῦ πατρὸς μετὰ πάσης τρανότητος λόγον καὶ ἑκάστω κατὰ τὴν ἀξίαν αὐτοῦ, ᾗ ἀλήθειά ἐστι, μεταδιδούς.