# Commentarii in Evangelium Joannis 1.221-224

Origen, Commentarii in Evangelium Joannis, 1.221 to 1.224. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/1.221

Εἰ δέ ἐστι γράμματα θεοῦ, ὥσπερ ἔστιν, ἅπερ ἀναγινώσκοντες οἱ ἅγιοί φασιν ἀνεγνωκέναι τὰ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, τὰ στοιχεῖα ἐκεῖνα, ἴνα δι᾿ αὐτῶν τὰ οὐράνια ἀναγνωσθῇ, αἱ ἔννοιαι τυγχάνουσιν κατακερματιζόμεναι εἰς ἄλφα καὶ τὰ ἑξῆς μέχρι τοῦ Ω, τοῦ υἰοῦ τοῦ θεοῦ. πάλιν δὲ ἀρχὴ καὶ τέλος ό αὐτός, ἀλλ’ οὐ κατὰ τὰς ἐπινοίας ὁ αὐτός. ἀρχὴ γάρ, ὡς ἐν ταῖς παροιμίαις μεμαθήκαμεν, καθ᾿ ὅ σοφία τυγχάνει, ἐστί· γέγραπται γοῦν· »Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ »εἰς ἔργα αὐτοῦ«· καθ’ ὅ δὲ λόγος ἐστίν, οὐκ ἔστιν ἀρχή· »Ἐν ἀρχῇ »γὰρ ἦν ὁ λόγος.« οὐκοῦν αἱ ἐπίνοιαι αὐτοῦ ἔχουσιν ἀρχὴν καὶ δεύτερόν τι παρὰ τὴν ἀρχὴν καὶ τρίτον καὶ οὕτως μέχρι τέλους· ὡσεὶ ἔλεγεν ἀρχή εἰμι καθ’ ὅ σοφία , δεύτερον δέ, εἰ οὕτω τύχοι, καθ᾿ ὃ ἀόρατός , καὶ τρίτον καθ᾿ ὅ , ἐπεὶ »ὃ γέγονεν ἐν αὐτῷ »ζωὴ ἦν«. ἦν«. καὶ εἴ τις ἱκανὸς βασανίζων τὸν νοῦν τῶν γραφῶν ὁρᾶν, τάχα εὑρήσει πολλὰ τῆς τάξεως καὶ τὸ τέλος· οὐκ οἶμαι γὰρ ὅτι πάντα. σαφέστερον δ’ ἡ ἀρχὴ καὶ > τέλος δοκεῖ κατὰ τὴν συνήθειαν ὡς ἐπὶ ἡνωμένου λέγεσθαι, οἷον ἀρχὴ οἱκίας ὁ θεμέλιος καὶ τέλος ἡ στεφάνη.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
